Difference between revisions 56683 and 92585 on elwikisource

{{Πολυτονικό}}
[[Γρηγόριος Ναζιανζηνός | <<<επιστροφή στα έργα του Γρηγορίου]]
==Χειμὼν ἀπὸ Χριστοῦ κατασταλθείς. ==
<poem>
Ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ' ὁλκάδος ἔμφυτον ὕπνον, 
Τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις. 
∆είματί τε πλωτῆρες ἀνίαχον· Ἔγρεο, Σῶτερ, 
Ὀλλυμένοις ἐπάμυνον. Ἄναξ δ' ἐκέλευεν ἀναστὰς
Ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως. 
Θαύματι δ' ἐφράζοντο Θεοῦ φύσιν οἱ παρεόντες.</poem>
[http://books.google.com/books?id=s30J5wrIBuoC&pg=RA2-PT137#v=onepage&q&f=false pg 37.506]

[[Κατηγορία:Έπη]]