Revision 56870 of "Λέων ο φιλόσοφος" on elwikisource

{{Πολυτονικό}}
{{Συγγραφέας2|όνομα =Λέων ο φιλόσοφος
|βικιπαίδεια = Λέων ο φιλόσοφος}}


Εὖγε, Τύχη, με ποεῖς ἀπραγμοσύνῃ μ’ Ἐπικούρου 

ἡδίστη κομέουσα καὶ ἡσυχίῃ τέρπουσα. 

Τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν; 

Οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον, 

Οὐ τιμάς˙ τιμαὶ δὲ βροτῶν ἀμενητὸς ὄνειρος˙ 

ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος˙ αἰδέομαι γὰρ 

οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν˙ 

μιςῶ Λωτοφάγων γλυκερὴν  λιποόπατριν ἐδωδήν, 

Σειρήνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρῶν˙ 

ἀλλὰ λαβεῖν θεόθεν ψυχοσςόον εὔχομαι ἄνθος, 

μῶλυ, κακῶν δοξῶν ἀλκτήριον˙ ὦτα δὲ κηρῷ 

ἀσφαλέως κλείσας προσφυγὴν γενετήσιον ὁρμήν. 

Ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην. 

(Παλατινή Ανθολογία, ΧV 12)



[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]
[[Κατηγορία:Επιγράμματα]]